TLG 0652 001 :: PHILOSTRATUS Junior :: Imagines

PHILOSTRATUS Junior Soph.
(Lemnius: A.D. 3)

Imagines

Source: Kayser, C.L. (ed.), Flavii Philostrati opera, vol. 2. Leipzig: Teubner, 1871 (repr. Hildesheim: Olms, 1964): 390–420.

Citation: Olearius page — (line)

Im
.

title

ΦΙΛΟΣΤΡΑΤΟΥ ΤΟΥ ΝΕΩΤΕΡΟΥ ΕΙΚΟΝΕΣ. ΠΡΟΟΙΜΙΟΝ.
Im
.

861

Μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδ’ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζη‐ λοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ
5τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλ’ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πρά‐ ξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπού‐
10δασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύ‐ μῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατ’ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν,
15ὡς ἂν καὶ ὁ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμότ‐ τουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν
20ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν κατα‐ στάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην
Im
.

862

τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ ἄριστα ὑποκρινεῖται ἡ χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, (καὶ) μεμηνότα εἰ τύχοι ἢ ὀργιζόμενον ἢ ἔννουν ἢ χαίροντα ἢ ὁρμητὴν ἢ ἐρῶντα καὶ καθάπαξ τὸ ἁρ‐390
5μόδιον ἐφ’ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἡ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπ’ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφ’ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ
10μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμ‐ μετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέν‐ τες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατ’ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης, τὸ
15γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύ‐ σεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγ‐ γένειάν τινα πρὸς ποιητικὴν ἔχειν ἡ τέχνη εὑρίσκε‐ ται καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσά‐
20γονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, ἃ λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτ’ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς ἢ πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθί‐
25στασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δει‐ κνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλή‐ σεταί που, ᾗ κομιδῇ σμικρά, γράμμασι γὰρ προσ‐ τυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελ‐
30θεῖν ταῦτα. ἀλλ’ ἵν’ ἡμῖν μὴ ἐφ’ ἑνὸς τὸ γράμμα προίοι, ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθ’
Im
.

863

ἕκαστα διαρθροῦν, ἵν’ οὕτω καὶ ὁ λόγος τὸ ἁρμότ‐
τον ἔχοι. ΑΧΙΛΛΕΥΣ ΕΝ ΣΚΥΡΩΙ. αʹ. Ἡ κομῶσα τῇ σχοίνῳ ἡρωίνη, ὁρᾷς γάρ391
5που τὴν ὑπὸ τῷ ὄρει στιφρὰν τὸ εἶδος καὶ ἐσταλμέ‐ νην κυανῷ, Σκῦρος, ὦ παῖ, νῆσος, ἣν ὁ θεῖος Σο‐ φοκλῆς ἀνεμώδεα καλεῖ. ἔστι δ’ αὐτῇ καὶ πτόρθος ἐλαίας ἐν ταῖν χεροῖν καὶ ἀμπέλου κλῆμα, ὁ δ’ ὑπὸ τοῖς πρόποσι τοῦ ὄρους πύργος, παρθενεύονται ἐν‐
10ταῦθα αἱ τοῦ Λυκομήδους κόραι ξὺν τῇ δοκούσῃ παρὰ Θέτιδος ἥκειν, τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως ἡ Θέτις μαθοῦσα καὶ ὡς ἐπ’ ἄμφω πεπρωμένον αὐτῷ εἴη ἢ ζῆν ἀκλεῶς * ἢ εὐκλεᾶ γενόμενον τάχιστα τελευτᾶν, ἀπόθετος
15αὐτῇ ὁ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται κόρη μὲν εἶναι δοκῶν ταῖς ἄλλαις, μίαν δὲ αὐτῶν τὴν πρεσβυτάτην ξὺν ἀπορρήτῳ γνοὺς ἔρωτι, καὶ προιών γε ἐς τόκου ὥραν ὁ χρόνος τὸν Πύρρον ἐκδώσει. ἀλλ’ οὐκ ἐνταῦθα ταῦτα. λει‐
20μὼν δὲ πρὸ τοῦ πύργου, ἐπιτήδειος γὰρ ὁ τόπος τῆς νήσου κόραις ἀνθέων ἀφθονίαν δοῦναι καὶ ὁρᾷς γε, ὡς ἄλλη ἀλλαχόσε ἀποσκίδνανται τὰ ἄνθη ἀπο‐ κείρουσαι. κάλλος μὲν οὖν ἀμήχανον ἁπασῶν, ἀλλ’ αἱ μὲν ἀτεχνῶς ἐς θήλειαν ὥραν ἀποκλίνουσι βολαῖς
25τε ὀφθαλμῶν [ἁπαλὰ ἐκβλεπούσαις] καὶ παρειᾶς ἄνθει καὶ τῇ πρὸς ἕκαστα ὁρμῇ εὖ μάλα τὸ θῆλυ ἐλέγχουσαι, ἡδὶ δὲ ἡ ἀναχαιτίζουσα τὴν κόμην καὶ βλοσυρὰ σὺν ἁβρότητι αὐτίκα μάλα διελεγχθήσεται τὴν φύσιν καὶ τὸ ξὺν ἀνάγκῃ ἐπίπλαστον ἐκδῦσα
30τὸν Ἀχιλλέα ἐκδείξει· λόγου γὰρ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος τοῦ τῆς Θέτιδος ἀπορρήτου στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξον‐
τες, ὅπῃ ταῦτα ἔχει. ὁρᾷς δὲ ἄμφω τὸν μὲν καὶ βεβυθισμένον τὴν τῶν ὀφθαλμῶν ἀκτῖνα διὰ πα‐392
35νουργίαν, οἶμαι, καὶ τὸ διαθρεῖν τι ἀεί, ὁ δὲ τοῦ Τυδέως ἔμφρων μέν, ἕτοιμος δὲ τὴν γνώμην καὶ τὸ
Im
.

864

δραστήριον προτείνων. κατόπιν δὲ αὐτῶν καὶ ὁ τῇ σάλπιγγι σημαίνων τί δὴ βούλεται, καὶ τί τὸ ἦθος τῆς γραφῆς; σοφὸς ὢν Ὀδυσσεὺς καὶ ἱκανὸς τῶν ἀδήλων θηρατὴς πρὸς τὸν τῶν θηρωμένων ἔλεγχον
5μηχανᾶται τὰ νῦν· ῥίψας γὰρ ἐς τὸν λειμῶνα ταλά‐ ρους τε καὶ ὅσα παισὶ κόραις ἐς παιδιὰν εὐπρεπῆ, καὶ πανοπλίαν, αἱ μὲν οὖν Λυκομήδους ἐς τὸ οἰκεῖον χωροῦσιν, ὁ δὲ τοῦ Πηλέως ταλάροις μὲν καὶ κερκίσι χαίρειν λέγει παραλιπὼν αὐτὰ ταῖς κόραις ἤδη, ἐς
10δὲ τὴν πανοπλίαν ὁρμήσας γυμνοῦταί τε τὸ ἐντεῦ‐ θεν— [βʹ.] Ὁ δὲ Πύρρος οὐκ ἄγροικος ἔτι, οὐδ’ ἐν αὐχμῷ σφριγῶν, οἷα βουκόλων νεανιεύματα, ἀλλ’ ἤδη στρατιώτης. ἔστη μὲν γὰρ ἀκοντίῳ ἐπερείσας
15ἑαυτὸν καὶ ἀποβλέπων ἐς τὴν ναῦν, ἐσθὴς δὲ αὐτῷ φοινικὶς ἐξ ὤμου ἄκρου ἐς τὴν ἀριστερὰν ἀνειλημ‐ μένη χεῖρα καὶ λευκὸς ὑπὲρ γόνυ χιτών, τὸ δὲ ὄμμα αὐτῷ γοργὸν μέν, οὐκ ἐν ὁρμῇ δέ, ἀλλ’ ἐν ἀναβο‐ λαῖς ἔτι τῷ ἀσχάλλειν τῇ τριβῇ καὶ ἀνατυποῖ τι ἡ
20γνώμη τῶν ἐν Ἰλίῳ μικρὸν ὕστερον. ἡ κόμη νῦν μὲν ἡσυχάζοντος ἐπικρέμαται τῷ μετώπῳ, ὁρμήσαν‐ τος δὲ ἀτακτήσει συναπονεύουσα ταῖς τοῦ θυμοῦ κινήσεσιν. αἱ δὲ ἀνασκιρτῶσαι ἄνετον αἶγες καὶ τὰ ἀτακτοῦντα βουκόλια καὶ ἡ ἐν μέσοις ἐρριμμένη κο‐
25ρύνη σὺν καλαύροπι τοιοῦδε, ὦ παῖ, λόγου ἔχεται· ἀχθόμενος τῇ μητρὶ καὶ τῷ πάππῳ τῆς ἐν τῇ νήσῳ ἕδρας, ἐπειδὴ ἐπ’ Ἀχιλλεῖ τεθνεῶτι δείσαντες περὶ τῷ παιδὶ ἀπώμοτον ἐποιήσαντο τὴν τοῦ Πύρρου
ἔξοδον, αἰπολίοις τε καὶ βουσὶν ἑαυτὸν ἐφίστησιν393
30ἀπαυχενίζων τοὺς ἀτιμάζοντας τὴν ἀγέλην ταύρους,
Im
.

865

οἳ δὴ πρὸς τῷ ἐν δεξιᾷ ἐνδείκνυνται ὄρει. λογίου δὲ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος, ὡς οὐκ ἄλλῳ τῳ ἁλωτὸς ἔσοιτο ἡ Τροία πλὴν τοῖς Αἰακίδαις, στέλ‐ λεται ὁ Φοῖνιξ ἐς τὴν Σκῦρον ἀνάξων τὸν παῖδα,
5καὶ καθορμισάμενος ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς πλὴν ὅσα τὸ ἁβρόν τε καὶ ἁδρὸν τοῦ εἴδους ὑπεδείκνυ αὐτὸν Ἀχιλλέως εἶναι παῖδα. κἀντεῦθεν γνωρίσας, ὃς εἴη, ἔκπυστος γίγνεται τῷ τε Λυκο‐ μήδει καὶ τῇ Δηιδαμείᾳ. ταῦθ’ ἡ τέχνη βραχεῖ τούτῳ
10γράμματι ἀναδιδάσκειν ἡμᾶς ἐθέλει, γέγραπται δὲ ὡς καὶ ποιηταῖς ᾠδὴν παρασχεῖν. ΜΑΡΣΥΑΣ. βʹ. Καθῄρηται ὁ Φρύξ, βλέπει γοῦν ἀπολωλὸς ἤδη διὰ ξύνεσιν ὧν πείσεται, καὶ ὕστατα δὴ αὐλῆ‐
15σαι πεπίστευκεν οὐκ ἐς καιρὸν ἐς τὸν τῆς Λητοῦς θρασυνάμενος, ἔρριπταί τε αὐτῷ ὁ αὐλὸς ἄτιμος μὴ αὐλεῖν ἔτι, ὡς καὶ νῦν ἀπᾴδων ἐλήλεγκται, καὶ παρέστηκε μὲν τῇ πίτυι, ἀφ’ ἧς κρεμασθήσεσθαι οἶδε ταύτην ἑαυτοῦ καταδικασάμενος δίκην ἀσκὸς
20δεδάρθαι. ὑποβλέπει δὲ ἐς τὸν βάρβαρον τοῦτον τὴν ἀκμὴν τῆς μαχαίρας παρακονώμενον ἐς αὐτόν, ὁρᾷς γάρ που, ὡς αἱ μὲν χεῖρες ἐς τὴν ἀκόνην αὐτῷ καὶ τὸν σίδηρον, ἀναβλέπει δὲ ἐς τὸν Μαρ‐ σύαν γλαυκιῶν τὼ ὀφθαλμὼ καὶ κόμην τινὰ διανι‐
25στὰς ἀγρίαν τε καὶ αὐχμῶσαν, τὸ δὲ ἐπὶ τῆς παρειᾶς ἔρευθος φονῶντος, οἶμαι, καὶ ἡ ὀφρὺς δὲ ὑπέρκει‐ ται τοῦ ὄμματος ἐς αὐγὴν ξυνηγμένη καὶ διδοῦσά τι τῷ θυμῷ ἦθος, ἀλλὰ καὶ σέσηρεν ἄγριόν τι ὑπὸ τῶν μελλόντων αὐτῷ δρᾶσθαι καὶ οὐκ οἶδ’, εἴτε
30χαίρων εἴτε καὶ ἀνοιδούσης ἐς τὴν σφαγὴν τῆς γνώ‐ μης. ὁ δὲ Ἀπόλλων γέγραπται διαναπαύων ἑαυτὸν ἐπὶ πέτρας τινός, ἡ λύρα δὲ ἐν ἀριστερᾷ κειμένη ἔτι πλήττεται ὑπὸ τῆς χειρὸς τῆς λαιᾶς ἐμπιπτούσης ἠρεμαίως καὶ οἷον νὴ Δί’ ἀταλλούσης. ὅρα δὲ καὶ394
35ῥᾴθυμον τὸ τοῦ θεοῦ εἶδος καὶ μειδίαμα ἐπανθοῦν τῷ προσώπῳ, ἥ τε χεὶρ ἡ δεξιὰ ἐπίκειται τῷ κόλπῳ,
Im
.

866

πρᾴως ξυνέχουσα τὸ πλῆκτρον, καταρρᾳθυμουμένη ὑπὸ τοῦ ἐς τὴν νίκην χαίροντος. αὐτοῦ καὶ ὁ ποτα‐ μὸς τοῦ Μαρσύα τὴν ἐπωνυμίαν ἀμείψων. ὅρα μοι καὶ τὴν τῶν Σατύρων ἀγέλην, οἷα θρηνοῦντες τὸν
5Μαρσύαν γεγράφαται, ὡς ἐπιφαίνοντες τὸ ἀγέρω‐ χον καὶ ἀνεσκιρτηκὸς ξὺν τῷ ἀνιᾶσθαι. ΚΥΝΗΓΕΤΑΙ. γʹ. Τί δ’ οὐκ ἂν εἴποις περὶ τούτων, οὓς ἄγει μὲν ἀπὸ θήρας ἡ γραφή, πηγὴν δ’ αὐτοῖς ἀναδί‐
10δωσιν ἀκραιφνῆ ποτίμου τε καὶ διαυγοῦς νάματος; ὁρᾷς δέ που καὶ τὸ περὶ τὴν πηγὴν ἄλσος φύσεως ἔργον, οἶμαι, τῆς σοφῆς· ἱκανὴ γὰρ πάντα, ὅσα βούλεται, καὶ δεῖται τέχνης οὐδέν, ἥ γε καὶ τέχναις αὐταῖς ἀρχὴ καθέστηκε. τί γὰρ ἐνδεῖ πρὸς τὴν τῆς
15σκιᾶς παρασκευήν; αἱδὶ μὲν αἱ ἡμερίδες ἄγριαι ἀνερ‐ πύσασαι ξυμβεβλήκασι τοὺς τῶν κλημάτων κορύμ‐ βους ἄλλον ἄλλῳ συνδέουσαι τῶν δένδρων, σμίλαξ δὲ αὕτη καὶ κιττὸς ὁμοῦ τε καὶ καθ’ ἓν διασχόντες πυκνόν τινα τοῦτον καὶ ἡδίω τέχνης ὄροφον ἡμῖν
20παρέχουσιν. ὁ δὲ τῶν ἀηδόνων χορὸς καὶ τὰ τῶν ἄλλων ὀρνέων μουσεῖα σαφῶς ἡμῖν τὰ τοῦ μελιχρο‐ τάτου Σοφοκλέους ἐπὶ γλῶτταν ἄγει
πυκνόπτεροι δ’
εἴσω κατ’ αὐτὸν εὐστομοῦς’ ἀηδόνες,
25εἰπόντος. ἀλλ’ ὅγε τῶν θηρευτῶν ὅμιλος ἡδεῖς μὲν καὶ στιφροὶ καὶ πνέοντες ἔτι τὸν ἐν τῇ θήρᾳ θυμόν, ἄλλος δὲ ἄλλο τι πράττοντες διαναπαύουσι σφᾶς αὐτούς. οἷον, ὦ θεοί, καὶ ὡς ἡδὺ τὸ σαφὲς τῆς τέχνης, καὶ ὡς ἔστιν ὁρᾶν τὴν ἑκάστου τύχην. στι‐395
30βὰς μὲν αὐτοσχέδιος αὕτη δικτύων, οἶμαι, ξυγκει‐ μένη δέχεται τοὺς ἄρχοντας, καλὸν εἰπεῖν, τῆς θή‐ ρας, καὶ πέντε μὲν οὗτοι, ὁρᾷς δὲ τὸν μεσαίτατον αὐτῶν, ὡς διεγείρας ἑαυτὸν ἔστραπται πρὸς τοὺς ὑπερκατακειμένους τὸν ἑαυτοῦ, μοι δοκεῖν, ἆθλον
Im
.

867

ἀφηγούμενος καὶ τὸ καταβαλεῖν θάτερον τῶν θηρίων πρῶτος, ἃ δὴ τῶν δρυῶν ἐξήρτηται δικτύοις ἔλαφος, οἶμαι, καὶ σῦς ἐγκείμενα. ἦ γὰρ οὐκ ἐπῆρθαί σοι δοκεῖ καὶ χαίρειν τῷ ἔργῳ; οἱ δ’ ἀτενὲς μὲν ὁρῶσιν
5ἐς αὐτὸν ἀφηγούμενον, ἅτερος δὲ σφῶν ἐναποκλίνας ἑαυτὸν τῇ στιβάδι διαναπαύει που καὶ αὐτὸς τάχα ἀναγράφων τι τῆς θήρας οἰκεῖον ἔργον. θάτερον δὲ τοῦ ξυσσιτίου κέρας ὁ μὲν πρὸς τῷ μεσαιτάτῳ κύλι‐ κος ἡμιδεοῦς ἐν θατέρᾳ ταῖν χεροῖν οὔσης τὴν δεξιὰν
10ὑπὲρ τῆς κεφαλῆς περιαγαγὼν τὴν Ἀγροτέραν ᾄδειν μοι δοκεῖ, ὁ δὲ ἐς τὸν διάκονον ὁρῶν σοβεῖν κελεύει τὴν κύλικα. σοφός τε ὁ ζωγράφος καὶ ἀκρι‐ βὴς τὴν χεῖρα· ἀνασκοποῦντι γὰρ πάντα παραλέλει‐ πται οὐδὲ τῶν ὀπαόνων οὐδέν· ὅδε μὲν γὰρ τρύφος
15δένδρου κατειληφὼς κάθηται ἐνεσκευασμένος, ὡς εἶχεν ἐν τῷ περὶ τὴν θήραν δρόμῳ, κἀκ πήρας ἐνημμένης αὐτῷ δειπνῶν, δυεῖν δὲ κυνῶν ὁ μὲν ἐκτείνας ἑαυτὸν πρὸ αὐτοῦ ἐσθίει, ὁ δὲ τοῖς ὀπι‐ σθίοις ἐνοκλάσας ἀνέχει τὴν δέρην ἐνδεχόμενος τὰ
20ἐς αὐτὸν ἀπορριπτούμενα, ὁ δὲ πῦρ ἀνάψας καὶ ἐνθεὶς τῶν σκευῶν, ὅσα πρὸς τοῦτο χρηστά, τὰ πρὸς τὴν δαῖτα ἄφθονα παρέχει σφίσι μάλα ἐπι‐
σπέρχων αὐτὸς ἑαυτόν, ἀσκός τε οὗτος εἰκῇ ἔρρι‐ πται ποτὸν ἀπαντλεῖν τῷ βουλομένῳ δυεῖν τε θερα‐396
25πόντοιν ὁ μὲν δαιτρός, οἶμαι, μοίρας τέμνειν φησὶ τῆς ἰσαίας ἐπιμελούμενος ἐν τῷ ἀποτέμνειν, ὁ δ’ ὑπέχει τὸ ὑποδεξόμενον τὰς μοίρας ἴσας που ἀπαι‐ τῶν εἶναι. τὸ γὰρ ἐν θήρᾳ κατά γε τοῦτο διαλλάττον ἐς τύχην οὐδέν.
30ΗΡΑΚΛΗΣ Η ΑΧΕΛΩΙΟΣ. δʹ. Ζητεῖς ἴσως, τίς ἡ κοινωνία δράκοντός τε, ὃς ἐνταῦθα πολὺς ἀνέστηκεν ἐγείρας τὸν αὐχένα κατὰ νῶτα δαφοινὸς καὶ γένεια καθιεὶς ὑπ’ ὀρθῇ καὶ πριονωτῇ τῇ λοφιᾷ βλέπων τε δεινῶς δε‐
Im
.

868

δορκὸς καὶ ἱκανὸν ἐς ἔκπληξιν ἀγαγεῖν, ταύρου τε, [ἵππου] ὃς ὑπὸ τοσαύτῃ κεραίᾳ γυρώσας τὸν αὐχένα καὶ διασκάπτων τὴν ἐν ποσὶ γῆν ὡς ἐς ἐμβολὴν ἵεται καὶ ἀνδρὸς τούτου ἡμίθηρος, βούπρῳρα μὲν
5γὰρ αὐτῷ πρόσωπα καὶ γενειὰς ἀμφιλαφὴς πηγαί τε ναμάτων ἐκπλημμυροῦσαι τοῦ γενείου, τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος, καὶ ἡ ἐν μέσοις κόρη νύμφη τις, οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφ’ αὐτὴν κόσμῳ, καὶ γέρων οὗτος ἐν ἀθύμῳ τῷ
10εἴδει νεανίας τε ἐκδυόμενος λεοντῆς καὶ ῥόπαλον ἐν ταῖν χεροῖν ἔχων ἡρωίνη τέ τις αὕτη στιφρὰ καὶ πρὸς λόγου τῷ μύθῳ τῆς Ἀρκάδων τροφῆς φηγῷ ἐστεμμένη Καλυδών, οἶμαι, ταῦτα. τίς δὲ ὁ τῆς γραφῆς λόγος; Ἀχελῷος ὁ ποταμός, ὦ παῖ, Δηια‐
15νείρας τῆς Οἰνέως ἐρῶν τὸν γάμον σπεύδει καὶ Πειθὼ μὲν ἄπεστι τῶν δρωμένων, ἄλλος δὲ ἄλλοτε δοκῶν ὑπὸ τοῖς ὁρωμένοις εἴδεσιν ἐκπλήξειν ἡγεῖται τὸν Οἰνέα. τοῦτον γὰρ εἶναι γίγνωσκε τὸν ἐν τῇ γραφῇ, κατηφῆ [δὲ] ἐπὶ τῇ παιδὶ [Δηιανείρᾳ] ἀθύ‐
20μως τὸν μνηστῆρα ὁρώσῃ. γέγραπται γὰρ οὐκ αἰδοῖ τὴν παρειὰν ἐξανθοῦσα, ἀλλὰ περιδεὴς οἷα πείσεται τῷ παρὰ φύσιν τῆς συζυγίας. ἀλλ’ ὁ μὲν γενναῖος Ἡρακλῆς ὁδοῦ πάρεργον φασὶν ἑκουσίως ὑφί‐ σταται τὸν ἆθλον. καὶ τὰ μὲν ἐν ἀναβολαῖς ταῦτα,397
Im
.

869

ἰδοὺ δὲ καὶ ὡς ξυνεστήκασιν ἤδη, καὶ ὅσα μὲν ἐν ἀρχαῖς τῆς διαμάχης, θεοῦ τε καὶ ἀτρέπτου ἥρωος ὑπονοείσθω, τὸ δ’ αὖ τέλος ὁ μὲν ἐς βούκερων ἀναμορφώσας ἑαυτὸν ὁ ποταμὸς ἐπὶ τὸν Ἡρακλέα
5ὥρμηκεν, ὁ δὲ τῇ λαιᾷ τοῦ δεξιοῦ λαβόμενος κέρως θάτερον τῷ ῥοπάλῳ τῶν κροτάφων ἐκπρεμνίζει, κἀντεῦθεν ὁ μὲν αἵματος ἤδη μᾶλλον ἢ νάματος ἀφίησι κρουνοὺς ἀπαγορεύων, ὁ δὲ Ἡρακλῆς γανύ‐ μενος τῷ ἔργῳ ἐς τὴν Δηιάνειραν ὁρᾷ καὶ τὸ μὲν
10ῥόπαλον αὐτῷ ἐς γῆν ἔρριπται, προτείνει δὲ αὐτῇ τὸ τοῦ Ἀχελῴου κέρας οἷον ἕδνον τοῦ γάμου. ΗΡΑΚΛΗΣ ΕΝ ΣΠΑΡΓΑΝΟΙΣ. εʹ. Ἀθύρεις, Ἡράκλεις, ἀθύρεις καὶ γελᾷς ἤδη τὸν ἆθλον ἐν σπαργάνοις ὢν καὶ ταῦτα, καὶ τοὺς
15ἐξ Ἥρας δράκοντας ἑκάτερον ἑκατέρᾳ χειρὶ ἀπολα‐ βὼν οὐδὲν ἐπιστρέφῃ τῆς μητρὸς ἔκφρονος παρεστώ‐ σης καὶ περιδεοῦς, ἀλλ’ οἱ μὲν ἤδη παρεῖνται μη‐ κύναντες ἐς γῆν τοὺς ὁλκοὺς καὶ τὰς κεφαλὰς ἐπι‐ κλίναντες ταῖς τοῦ νηπίου χερσὶν ὑποφαινούσας τι
20καὶ τῶν ὀδόντων· κάρχαροι δὲ οὗτοι καὶ ἰώδεις λοφιαί τε αὐτοῖς ὑπὸ τοῦ θανάτου ἐς θάτερα ἐπι‐ κρεμεῖς καὶ τὰ ὄμματα οὐ δεδορκότα ἥ τε φολὶς οὐκ ἐξανθοῦσα χρυσῷ καὶ φοίνικι ἔτι, οὐδὲ πρὸς τὰς τῆς κινήσεως τροπὰς ὑπαυγάζουσα, ἀλλ’ ὕπωχρος
25καὶ ἐν τῷ δαφοινῷ πελιδνός. τὸ δὲ τῆς Ἀλκμήνης εἶδος ἀνασκοποῦντι ἀναφέρειν μὲν [ἀπὸ] τῆς πρώ‐
της ἐκπλήξεως δοκεῖ, ἀπιστεῖ δὲ νῦν οἷς ἤδη ὁρᾷ, ἡ δ’ ἔκπληξις αὐτὴν οὐδὲ λεχὼ κεῖσθαι ξυνεχώρη‐ σεν· ὁρᾷς γάρ που, ὡς ἄβλαυτος καὶ μονοχίτων398
30ἀναπηδήσασα τῆς εὐνῆς ξὺν ἀτάκτῳ τῇ κόμῃ τὰς χεῖρας ἐκπετάσασα βοᾷ, θεράπαιναί τε, ὅσαι παρῆ‐ σαν τικτούσῃ, ἐκπλαγεῖσαι ἄλλη ἄλλο τι προσδιαλέ‐ γονται τῇ πλησίον. οἱ δὲ ἐν ὅπλοις οὗτοι καὶ ὁ γυμνῷ τῷ ξίφει ἕτοιμος οἱ μὲν Θηβαίων ἔκκριτοι
35βοηθοῦντες Ἀμφιτρύωνι, ὁ δ’ ὑπὸ τὴν πρώτην ἀγγελίαν σπασάμενος τὸ ξίφος ἐς ἄμυναν ὁμοῦ ἐπέ‐ στη τοῖς δρωμένοις, καὶ οὐκ οἶδ’, εἴτε ἐκπέπληγεν,
Im
.

870

εἴτε χαίρει λοιπόν· ἡ μὲν γὰρ χεὶρ ἔτ’ ἐν τῷ ἑτοίμῳ, ἡ δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστη‐ σιν, οὐδὲ ἔχοντος, ὅ τι καὶ ἀμύναιτο, καὶ χρησμοῦ προμηθείας δεόμενα τὰ παρόντα ὁρῶντος. ταῦτά
5τοι καὶ ὡδὶ πλησίον ὁ Τειρεσίας θεσπίζων, οἶμαι, ὁπόσος ὁ νῦν ἐν σπαργάνοις ἔσται, γέγραπται δὲ ἔνθεος καὶ μαντικὸν ἐπασθμαίνων. γέγραπται καὶ ἡ νὺξ ἐν εἴδει, ἐν ᾗ ταῦτα, λαμπαδίῳ καταλάμπουσα ἑαυτήν, ὡς μὴ ἀμάρτυρος τοῦ παιδὸς ὁ ἆθλος
10γένηται. ΟΡΦΕΥΣ. ϛʹ. Ὀρφέα τὸν τῆς Μούσης θέλξαι τῇ μουσικῇ καὶ τὰ μὴ μετέχοντα λόγου λογοποιοί φασι πάντες, λέγει δὲ καὶ ὁ ζωγράφος· λέων τε οὖν καὶ σῦς αὐτῷ
15πλησίον ἀκροαταὶ τοῦ Ὀρφέως καὶ ἔλαφος καὶ λα‐ γωὸς οὐκ ἀποπηδῶντες τῆς ὁρμῆς τοῦ λέοντος καὶ ὅσοις ἐν θήρᾳ δεινὸς ὁ θήρ, ξυναγελάζονται αὐτῷ ῥᾳθύμῳ νῦν ῥᾴθυμοι. σὺ δὲ μηδὲ τοὺς ὄρνιθας ἀργῶς ἴδῃς, μὴ τοὺς μουσικοὺς μόνον, οἷς ἐνευστο‐
20μεῖν τοῖς ἄλσεσιν ἔθος, ἀλλ’ ὅρα μοι καὶ τὸν κρα‐
γέτην κολοιὸν καὶ τὴν λακέρυζαν αὐτὴν καὶ τὸν τοῦ Διὸς ἀετόν. ὁ μέν, ὁπόσος ἄμφω τὼ πτέρυγε ταλαντεύσας ἐξ ἑαυτοῦ ἀτενὲς ἐς τὸν Ὀρφέα βλέπει, οὐδ’ ἐπιστρεφόμενος τοῦ πτωκὸς πλησίον ὄντος,399
25οἱ δὲ ξυγκλείσαντες τὰς γένυς ὅλοι εἰσὶ τοῦ θέλ‐ γοντος, λύκοι τε οὗτοι καὶ ἄρνες ἀναμίξ, ᾗ τεθη‐ πότες. νεανιεύεται δέ τι καὶ μεῖζον ὁ ζωγράφος δένδρα γὰρ ἀνασπάσας τῶν ῥιζῶν ἀκροατὰς ἄγει ταῦτα τῷ Ὀρφεῖ καὶ περιίστησιν αὐτῷ. πεύκη τε
30οὖν καὶ κυπάριττος καὶ κλῆθρος καὶ αἴγειρος αὕτη καὶ ὅσα ἄλλα δένδρα ξυμβαλόντα τοὺς πτόρθους οἷον χεῖρας περὶ τὸν Ὀρφέα ἕστηκε καὶ τὸ θέατρον
Im
.

871

αὐτῷ ξυγκλείουσιν οὐ δεηθέντα τέχνης, ἵν’ οἵ τε ὄρνιθες ἐπ’ αὐτῶν καθέζοιντο καὶ ἐκεῖνος ὑπὸ σκιᾷ μουσουργοίη. ὁ δὲ κάθηται ἀρτίχνουν μὲν ἐκβάλλων ἴουλον ἐπιρρέοντα τῇ παρειᾷ, τιάραν δὲ χρυσαυγῆ
5ἐπὶ κεφαλῆς αἰωρῶν τό τε ὄμμα αὐτῷ ξὺν ἁβρότητι ἐνεργὸν καὶ ἔνθεον ἀεὶ τῆς γνώμης ἐς θεολογίαν τεινούσης. τάχα δέ τι καὶ νῦν ᾄδει καὶ (ἦρται) ἡ ὀφρὺς οἷον ἀποσημαίνουσα τὸν νοῦν τῶν ᾀσμάτων ἐσθής τε αὐτῷ μετανθοῦσα πρὸς τὰς τῶν κινήσεων
10τροπάς, καὶ τοῖν ποδοῖν ὁ μὲν λαιὸς ἀπερείδων ἐς τὴν γῆν ἀνέχει τὴν κιθάραν ὑπὲρ μηροῦ κειμένην, ὁ δεξιὸς δὲ ἀναβάλλεται τὸν ῥυθμὸν ἐπικροτῶν τοὔδαφος τῷ πεδίλῳ, αἱ χεῖρες δὲ ἡ μὲν δεξιὰ ξυνέ‐ χουσα ἀπρὶξ τὸ πλῆκτρον ἐπιτέταται τοῖς φθόγγοις
15ἐκκειμένῳ τῷ ἀγκῶνι καὶ καρπῷ ἔσω νεύοντι, ἡ λαιὰ δὲ ὀρθοῖς πλήττει τοῖς δακτύλοις τοὺς μίτους. ἀλλ’ ἔσται τις ἀλογία κατὰ σοῦ, ὦ Ὀρφεῦ, καὶ νῦν μὲν θηρία θέλγεις καὶ δένδρα, Θρᾴτταις δὲ γυναιξὶν ἐκμελὴς δόξεις καὶ διασπάσονται σῶμα, ᾧ καὶ
20θηρία φθεγγομένῳ εὐμενεῖς ἀκοὰς παρέσχεν. ΜΗΔΕΙΑ ΕΝ ΚΟΛΧΟΙΣ. ζʹ. Τίς ἡ βλοσυρὸν μὲν ἐπισκύνιον ὑπὲρ ὀφθαλ‐ μῶν αἴρουσα, τὴν δὲ ὀφρὺν ἐννοίας μεστὴ καὶ ἱεροπρεπὴς τὴν κόμην τό τε ὄμμα οὐκ οἶδ’ εἴτε ἐρω‐400
25τικὸν ἤδη, εἴτε τι ἔνθεον ὑποφαίνουσα, αὐτήν τε ἄρρητον ἐκδεικνῦσα τοῦ προσώπου τὴν θέαν; τουτὶ δὴ τὸ τῶν Ἡλιάδων γνώρισμα· Μήδειαν, οἶμαι, χρὴ νοεῖν τὴν Αἰήτου. ἐνορμισάμενος γὰρ τῷ Φάσιδι ὁ τοῦ Ἰάσονος στόλος, ὅτε τὸ χρυσοῦν μετῄει δέρας,
30καὶ ἐς τὴν τοῦ Αἰήτου παρελθὼν πόλιν ἐρᾷ ἡ κόρη τοῦ ξένου λογισμός τε ὕπεισιν αὐτὴν ἀήθης, καὶ ὅ τι μὲν πέπονθεν, οὐκ οἶδεν, ἀτακτεῖ δὲ τὰς ἐννοίας καὶ τῇ ψυχῇ ἀλύει. ἔσταλται δὲ οὐκ ἐνεργὸς νῦν, οὐδὲ ἐν ξυνουσίᾳ τῶν κρειττόνων, ἀλλ’ ὡς καὶ
35πολλοῖς ὁρᾶν. τὸ δὲ τοῦ Ἰάσονος εἶδος ἁβρὸν μέν, οὐ μὴν ἔξω τοῦ ἐρρῶσθαι ὄμμα τε αὐτῷ χαροπὸν μὲν ὑπόκειται τῷ τῆς ὀφρύος ἤθει φρονούσης τε καὶ παντὸς ὑπεραιρούσης τοῦ ἀντιξόου, ἰούλῳ τε
Im
.

872

ἤδη βρύει καθέρποντι καὶ ἡ κόμη ξανθὴ ἐπισαλεύει τῷ μετώπῳ, τὰ δέ γε τῆς στολῆς λευκὸν χιτῶνα ἔζωσται λεοντῆν ἐξηρτημένος καὶ κρηπῖδα ἐνῆπται, ἀκοντίῳ τε ἐπερείσας ἑαυτὸν ἕστηκε, τό τε ἦθος τοῦ
5προσώπου οἷον μήτε ὑπερφρονεῖν, αἰδεῖται γάρ, μήτε ὑποκεῖσθαι, θαρρεῖ γὰρ τὸν ἆθλον. Ἔρως δὲ ἑαυτοῦ ποιεῖται ταῦτα καὶ τῷ τόξῳ ἐπερείσας ἑαυ‐ τὸν ἐναλλὰξ τὼ πόδε ἵστησι τὸ λαμπάδιον ἐς τὴν γῆν τρέψας, ἐπειδὴ ἐν ἀναβολαῖς ἔτι τὰ τοῦ ἔρωτος.
10ΑΘΥΡΟΝΤΕΣ. ηʹ. Οἱ ἐν Διὸς αὐλῇ ἀθύροντες Ἔρως, οἶμαι,
καὶ Γανυμήδης, εἴ τι χρὴ τὸν μὲν τῇ τιάρᾳ νοεῖν, τὸν δ’ ἀπὸ τοῦ τόξου καὶ τῶν πτερῶν ἐς ἐπίγνωσιν ἄγειν. ἀθύρουσι μὲν οὖν ἀστραγάλοις οὗτοι, γε‐401
15γράφαται δὲ ὁ μὲν ὑβριστικῶς ἐπιτωθάζων ὁ Ἔρως καὶ πλήρη τῆς νίκης τὸν κόλπον ἀνασείων, ὁ δὲ δυεῖν ἀστραγάλοιν ἔτι τὸν μὲν καὶ αὐτὸν ἀπολω‐ λεκώς, τὸν δ’ ἐφ’ ὁμοίᾳ προπέμπων ἐλπίδι. κατη‐ φὴς δὲ αὐτῷ ἡ παρειὰ καὶ ἡ τοῦ ὄμματος ἀκτὶς
20καίτοι ἁβροῦ ὄντος βεβυθισμένον τὸ τῆς ἀνίας ἐπι‐ σημαίνει. θεαί τε τρεῖς αὗται ἐφεστῶσαί σφισιν, οἶμαι, οὐδ’ ἐφερμηνεύοντος δέονται, Ἀθηνᾶ τε γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ὁμόγνιον ποιηταί φασι πανοπλίαν ἀμπεχομένη καὶ γλαυκὸν ὑπὸ τῆς
25κόρυθος ὁρῶσα ξὺν ἀρρενωπῷ τε τῷ ἤθει τὴν παρειὰν ἐπιφοινίττουσα, ἡδὶ δὲ αὖ τὸ φιλομειδὲς ὑπὸ τῇ τοῦ κεστοῦ ἴυγγι κἀν τῷ γράμματι σημαίνει,
Im
.

873

Ἥραν δέ γε τὴν τρίτην εἶναι τὸ σεμνὸν καὶ βασι‐ λικὸν τοῦ εἴδους φησί. τί δὴ βούλονται καὶ τίς ἡ τῆς ξυνουσίας αὐταῖς ἀνάγκη; ἄγουσα τοὺς πεντή‐ κοντα ἡ Ἀργὼ ἐνώρμισται τῷ Φάσιδι Βόσπορόν τε
5καὶ Ξυμπληγάδας διεξελθοῦσα. ὁρᾷς δὲ καὶ τὸν ποταμὸν αὐτὸν ἐν βαθεῖ δόνακι κείμενον, ἐν βλο‐ συρῷ τῷ εἴδει, κόμη τε γὰρ ἀμφιλαφὴς αὐτῷ καὶ ἀνεστηκυῖα γενειάς τε ὑποφρίττουσα καὶ γλαυκιῶν‐ τες ὀφθαλμοί, τό τε ἀθρόον τοῦ ῥεύματος οὐκ ἀπὸ
10κάλπιδος ἐκχεόμενον, ᾗπερ οὖν εἴωθεν, ἀλλ’ ἀπὸ παντὸς ἐκπλημμῦρον ἐννοεῖν δίδωσιν ἡμῖν, ὁπόσος ἐπιχεῖται τῷ Πόντῳ. τὸν δὲ τῆς ναυτιλίας ἆθλον ἀκούεις, οἶμαι, καὶ ποιητῶν τὸ χρυσοῦν δέρας λεγόντων πασιμέλουσάν τε τὴν Ἀργὼ καὶ Ὁμή‐
15ρου ᾠδαὶ φράζουσιν. ἀλλ’ οἱ μὲν τῆς Ἀργοῦς ναυ‐ βάται ἐν ἐπισκέψει τῶν κατειληφότων, αἱ θεαὶ δὲ
ἐς ἱκεσίαν τοῦ Ἔρωτος ἥκουσιν αἰτοῦσαι ξυλλαβεῖν σφισιν ἐπὶ σωτηρίᾳ τῶν πλωτήρων τὴν Αἰήτου Μήδειαν μετελθόντα, μισθὸν δέ οἱ τῆς ὑπουργίας402
20ἡ μήτηρ σφαῖραν προδείκνυσι Διὸς αὐτὴν ἄθυρμα γεγονέναι λέγουσα. ὁρᾷς καὶ τὴν τέχνην ἐν τῇ γραφῇ; χρυσοῦ μὲν αὕτη, ῥαφὴ δὲ αὐτῇ οἵα νοεῖσθαι μᾶλ‐ λον ἢ ὁρᾶσθαι, ἕλικάς τε κυανοῦ ἐφ’ ἑαυτῆς ἑλίτ‐ τουσα καὶ ἀναρριφεῖσα τάχα που τὸ ἀποχωροῦν
25σέλας μαρμαρυγαῖς ἀστέρων εἰκάζειν αὐτῇ δώσει. ὁ δὲ τοὺς μὲν ἀστραγάλους οὐδὲ ὁρᾷ ἔτι, ῥίψας δὲ αὐτοὺς χαμᾶζε ἐξήρτηται τοῦ τῆς μητρὸς πέπλου ἐπαληθεῦσαι τὴν ὑπόσχεσιν αὐτῷ, οὐ γὰρ ἐλλείψειν τὸν ἆθλον.
30ΠΕΛΟΨ. θʹ. Ὁ μὲν ὑπὲρ τετρώρων δι’ ἠπείρου μέσης ἱππεύσειν μέλλων ὑπ’ ὀρθῇ τιάρᾳ καὶ Λυδίᾳ στολῇ,
Im
.

874

Πέλοψ, οἶμαι, θρασὺς ἡνίοχος καλὸν εἰπεῖν. ἴθυνε γάρ ποτε καὶ διὰ θαλάσσης τουτὶ τὸ ἅρμα, Ποσειδῶνος, οἶμαι, δόντος ἄκρᾳ τῇ τοῦ τροχοῦ ἁψῖδι, ὑπ’ ἀδιάντῳ ἄξονι τὰ τῆς γαλήνης διαθέων
5νῶτα. ὄμμα δ’ αὐτῷ γοργὸν καὶ αὐχὴν ἀνεστηκὼς τὸ τῆς γνώμης ἕτοιμον ἐλέγχει ἥ τε ὀφρὺς ὑπεραί‐ ρουσα δηλοῖ καταφρονεῖσθαι τὸν Οἰνόμαον ὑπὸ τοῦ μειρακίου. φρονεῖ γὰρ τοῖς ἵπποις, ἐπειδὴ ὑψαύ‐ χενές τε καὶ πολλοὶ τὸν μυκτῆρα καὶ κοῖλοι τὴν
10ὁπλὴν καὶ τὸ ὄμμα κυάνεοί τε καὶ ἕτοιμοι χαίτην τε ἀμφιλαφῆ κυανῶν ἀπαιωροῦντες αὐχένων, ὃς δὴ θαλασσίων τρόπος. πλησίον δὲ αὐτῶν Ἱπποδάμεια τὴν μὲν παρειὰν αἰδοῖ γράφουσα, νύμφης δὲ στο‐ λὴν ἀμπεχομένη βλέπουσά τε ὀφθαλμοῖς οἵοις αἱρεῖ‐
15σθαι τὸ τοῦ ξένου μᾶλλον. ἐρᾷ τε γὰρ καὶ τὸν γεννήτορα μυσάττεται τοιούτοις ἀκροθινίοις φρο‐
νοῦντα, ἃ δὴ καὶ ὁρᾷς, κεφαλὰς ταύτας τῶν προ‐ πυλαίων ἀνημμένην ἑκάστην, καὶ σχῆμα δέδωκεν ὁ χρόνος ἴδιον, ὃν ἕκαστος ἀπώλετο σφῶν. τοὺς403
20γὰρ δὴ μνηστῆρας τῆς θυγατρὸς ἥκοντας κτείνων ἀγάλλεται τοῖς γνωρίσμασι τοῦ φόνου. εἴδωλα δὲ ὑπεριπτάμενα σφῶν ὀλοφύρεται τὸν ἑαυτῶν ἀγῶνα τῇ τοῦ γάμου ξυμβάσει ἐφυμνοῦντα, ξυμβῆναι γὰρ δὴ ὁ Πέλοψ, ὡς ἐλευθέρα λοιπὸν ἡ παῖς εἴη τοῦ
25ἀλάστορος. καὶ ὁ Μυρτίλος δὲ ξυνίστωρ τῆς ξυμ‐ βάσεως αὐτοῖν ἐστιν. ὁ δ’ οὐκ ἄποθεν ὁ Οἰνόμαος, ἀλλ’ ἕτοιμον αὐτῷ τὸ ἅρμα καὶ τὸ δόρυ ὑπερτέτα‐ ται τοῦ δίφρου καταλαβόντι τὸ μειράκιον κτεῖναι, ὁ δὲ τῷ πατρὶ θύων Ἄρει σπεύδει ἄγριος ἰδεῖν καὶ
30φονῶν τὸ ὄμμα καὶ τὸν Μυρτίλον ἐπισπέρχει. Ἔρως δὲ κατηφὴς τὸν ἄξονα τοῦ ἅρματος ἐντέμνει ἑκάτε‐ ρον διδοὺς ἐννοεῖν, ὅτι τε ἐρῶσα ἡ κόρη τοῦ ἐρῶν‐ τος ἐπὶ τὸν πατέρα ξυμβαίνει καὶ τὰ μέλλοντα περὶ
Im
.

875

τὴν Πέλοπος οἰκίαν ἐκ Μοιρῶν γίγνεσθαι. ΠΥΡΡΟΣ Η ΜΥΣΟΙ. ιʹ. Τὰ Εὐρυπύλου καὶ Νεοπτολέμου ὁ ποιητῶν ὑμνεῖ χορὸς πατρῴζειν τε αὐτοὺς ἄμφω καὶ τὴν
5χεῖρα εὐδοκίμους κατ’ ἰσχὺν εἶναι, φησὶ δὲ καὶ ἡ γραφὴ ταῦτα· ἡ τύχη γὰρ τὴν ἐξ ἁπάσης γῆς ἀρε‐ τὴν ἐς μίαν πόλιν συνενεγκοῦσα οἱ μὲν οὐκ ἀκλεεῖς οἴχονται, ἀλλ’ οἷοι πρὸς πολλοὺς δυστήνων δέ τε παῖδες, εἰπεῖν οἳ ἐμῷ μένει ἀντιόωσιν,
10οἱ δὲ γενναῖοι γενναίων κρατοῦσι. τὰ μὲν δὴ περὶ τῶν ἐν τῷ νικᾶν ἕτερα, νυνὶ δὲ περὶ τοὺς ξυνεστῶ‐ τας ἡ θέα. πόλις μὲν αὕτη Ἴλιος ὀφρυόεσσα, καθ’ Ὅμηρον, περιθεῖ δὲ αὐτὴν τεῖχος οἷον καὶ θεοὺς μὴ ἀπαξιῶσαι τῆς ἑαυτῶν χειρός, ναύσταθ‐
15μόν τε ἐπὶ θάτερα, καὶ στενὸς Ἑλλησπόντου διάρ‐ ρους Ἀσίαν Εὐρώπης διείργων. τοὐν μέσῳ δὲ πεδίον ποταμῷ διαιρεῖται Ξάνθῳ, γέγραπται δὲ οὐ μορμύρων ἀφρῷ, οὐδ’ οἷος ἐπὶ τὸν τοῦ Πηλέως ἐπλήμμυρεν, ἀλλ’ εὐνὴ μὲν αὐτῷ λωτὸς καὶ θρύον404
20καὶ ἁπαλοῦ δόνακος κόμαι, κατάκειται δὲ μᾶλλον ἢ ἀνέστηκε καὶ τὸν πόδα ἐπέχει ταῖς πηγαῖς ὑπὲρ ξυμμετρίας νῦν, διυγραίνων αὐτὸν νάματος. [τὸ ῥεῦμα μέτρον] στρατιά τε ἑκατέρωθεν Μυσῶν τε ξὺν Τρωσὶ καὶ Ἑλλήνων ἐκ θατέρου οἱ μὲν κεκμη‐
25κότες ἤδη οἱ Τρῶες, οἱ δὲ ἀκμῆτες οἱ ξὺν Εὐρυ‐ πύλῳ. ὁρᾷς δὲ αὐτῶν, ὡς οἱ μὲν ἐν τοῖς ὅπλοις κά‐ θηνται τάχα που τοῦτο Εὐρυπύλου αἰτήσαντος, καὶ χαίρουσι τῇ ἀνακωχῇ, οἱ δὲ ἔκθυμοί τε καὶ ἐξορμῶντες οἱ Μυσοὶ ἵενται τό τε τῶν Ἑλλήνων ἐν ὁμοίᾳ καταστάσει
30τοῖς Τρωσὶν ὄντων πλὴν Μυρμιδόνων, ἐνεργοὶ γὰρ καὶ περὶ τὸν Πύρρον ἕτοιμοι. τὼ νεανία δὲ κάλλους μὲν ἕνεκεν ἐφερμηνεύοι ἂν οὐδέν, ἐπειδὴ ἐν ὅπλοις τανῦν,
Im
.

876

μεγάλοι γε μὴν καὶ ὑπὲρ τοὺς ἄλλους ἡλικία τε ἀμ‐ φοῖν ἴση τάς τε τῶν ὀφθαλμῶν βολὰς ἐνεργοὶ καὶ οὐ μέλλοντες. γοργὸν γὰρ τὸ ὄμμα ὑπὸ τῆς κόρυθος ἑκάστῳ καὶ συναπονεύοντες ταῖς τῶν λόφων κινή‐
5σεσι καὶ ὁ θυμὸς ἐπιπρέπει σφίσι σιγῇ τε μένεα πνείουσιν ἐοίκασι, καὶ τὰ ὅπλα δὲ ἀμφοῖν πατρῷα, ἀλλ’ ὁ μὲν Εὐρύπυλος ἀσήμοις ἔσταλται καὶ παραλ‐ λάττουσι τὴν αὐγὴν ὅπη τε καὶ ὅπως κινοῖτο, ὡς ἡ ἶρις, τῷ Πύρρῳ δὲ τὰ ἐξ Ἡφαίστου πάρεστιν ἐκ‐
10στάς ποτ’ αὐτῶν Ὀδυσσεὺς καὶ ἀπευξάμενος τὴν ἑαυτοῦ νίκην. θεωρῶν δέ τις τὰ ὅπλα λεῖπον εὑρήσει τῶν Ὁμήρου ἐκτυπωμάτων οὐδέν, ἀλλ’ ἀκριβῶς ἡ τέχνη δείκνυσι τἀκεῖθεν πάντα. τὸ μὲν γὰρ γῆς τε καὶ θαλάττης καὶ οὐρανοῦ σχῆμα οὐδὲ φράζοντος,
15οἶμαι, δεήσει τινός, ἡ μὲν γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ἑαυτῆς χρόαν ὑπὸ τοῦ δημιουργοῦ λαβοῦσα, τὴν δ’ αἱ πόλεις καὶ τὰ ἐν αὐτῇ [γῆν] γράφουσι καὶ μικρόν γε ὕστερον πεύσῃ περὶ ἑκάστων, οὐρανὸς δὲ ὅδε. ὁρᾷς που τόν τε τοῦ ἡλίου κύκλον, ὡς ἀκά‐405
20μας ἐν αὐτῷ καὶ τὸ τῆς πανσελήνου φαιδρόν. ἀλλά μοι δοκεῖς περὶ τῶν καθ’ ἕκαστον ἄστρων ποθεῖν ἀκοῦσαι· τὸ γὰρ διαλλάττον αὐτῶν τὴν αἰτίαν σοι παρέχει τῆς πεύσεως· αἱδὶ μέν σοι Πληιάδες σπόρου τε καὶ ἀμητοῦ ξύμβολα δυόμεναι ἢ αὖ πάλιν ἐκφα‐
25νῶς ἔχουσαι, ὡς ἂν καὶ τὰ τῆς ὥρας αὐτὰς ἄγῃ, Ὑάδες δ’ ἐπὶ θάτερα. ὁρᾷς καὶ τὸν Ὠρίωνα, τὸν δὲ ἐπ’ αὐτῷ μῦθον καὶ τὴν ἐν ἄστροις δίαιταν ἐς ἕτερον ἀναβαλώμεθα, ὦ παῖ, καιρόν, ὡς ἂν μὴ ἀπάγοιμέν σε τῶν νῦν ἐν πόθῳ. οἱ δ’ ἐπ’ αὐτῷ
30ἀστέρες ἄρκτος ἢ εἰ ἅμαξαν καλεῖν βούλοιο. φασὶ δὲ αὐτὴν καὶ μόνην οὐ λούεσθαι ἐν Ὠκεανῷ, ἀλλ’ αὐτὴν περὶ αὑτὴν στρέφεσθαι οἷον φύλακα τοῦ Ὠρίωνος. ἴωμεν δὴ λοιπὸν διὰ γῆς ἀφέμενοι τῶν ἄνω, καὶ τῶν γε ἐν γῇ κάλλιστον θεώμεθα τὰς
35πόλεις. ὁρᾷς μὲν δή, ὡς διτταί τινες αὗται· ποτέραν οὖν προτέραν ἀφερμηνευθῆναι σοι βούλει; ἢ τὸ τῶν λαμπάδων φῶς καὶ τὸ τοῦ ὑμεναίου μέλος καὶ ὁ
Im
.

877

τῶν αὐλῶν ἦχος καὶ ἡ τῆς κιθάρας κροῦσις καὶ ὁ τῶν ὀρχουμένων ῥυθμὸς ἐς αὑτά σε ἄγει; ὁρᾷς δὲ καὶ τὰ γύναια τῶν προθύρων ὡς διαφαίνονται θαυ‐ μάζοντα καὶ μόνον οὐκ ἐκβοῶντα ὑπὸ χαρμονῆς.
5γάμοι ταῦτα, ὦ παῖ, καὶ πρώτη ξύνοδος νυμφίων καὶ ἄγονται τὰς νύμφας οἱ γαμβροί. τὸ δὲ τῆς αἰδοῦς καὶ τοῦ ἱμέρου, ὡς ἐπιπρέπει ἑκάστῳ, παρί‐ ημι λέγειν, σοφώτερον αὐτὰ τοῦ δημιουργοῦ αἰνι‐ ξαμένου. ἀλλ’ ἰδοὺ καὶ δικαστήριόν τι καὶ ξυνέδρα
10κοινὴ καὶ γέροντες σεμνοὶ σεμνῶς προκαθήμενοι τοῦ ὁμίλου. τὸ δὲ ἐν μέσῳ χρυσίον τάλαντα μὲν δύο ταῦτ’ οὐκ οἶδ’ ἐφ’ ὅτῳ· ἤ, νὴ Δί’, εἰκάσαι χρή, ὡς μισθὸς τῷ ὀρθῶς ἐκδικάσοντι, ὡς ἂν μὴ πρὸς δῶρά τις (παρὰ) τὴν εὐθεῖαν φέροι. τίς δ’ ἡ δίκη;406
15διττοὶ μὲν ἐν μέσῳ τινὲς οὗτοι, δοκεῖν ἐμοί, φονι‐ κὸν ἔγκλημα ὁ μὲν ἐπάγων θατέρῳ, τὸν δ’ ὁρᾷς, ὡς ἔξαρνός ἐστιν. οὐ γὰρ αἰτίαν ἔχειν ὧνπερ αὐτῷ προφέρει ὁ κατήγορος, καταθεὶς δὲ τὰ ὑποφόνια καθαρὸς ἥκειν. ὁρᾷς καὶ τοὺς ἐπιβοηθοῦντας ἑκατέ‐
20ρῳ διχῆ καὶ νέμοντας τὴν βοήν, ὅτῳ φίλον· ἀλλ’ ἥ γε τῶν κηρύκων παρουσία καθίστησιν αὐτοὺς καὶ ἐς τὸ ἡσυχαῖον ἄγει. ταυτὶ μὲν οὖν σοι μέση τις πολέμου καὶ εἰρήνης ἐν οὐ πολεμουμένῃ πόλει κατάστασις. ἑτέραν δὲ ὁρᾷς, ὡς τειχήρης, καὶ τό
25γε τεῖχος ὡς οἱ δι’ ἡλικίαν ἀπόμαχοι φρουροῦσι διαλαβόντες, γύναιά τε γάρ ἐστιν οὗ τῶν ἐπάλ‐ ξεων καὶ γέροντες οὗτοι καὶ κομιδῇ παιδία. ποῖ δὴ τὸ μάχιμον αὐτοῖς; ἐνταῦθα εὕροις ἂν τού‐ τους, οἳ δὴ Ἄρει τε καὶ Ἀθηνᾷ ἕπονται. τουτὶ
30γάρ, μοι δοκεῖν, ἡ τέχνη φησὶ τοὺς μὲν χρυσῷ τε καὶ μεγέθει δηλώσασα θεοὺς εἶναι, τοῖς δὲ τὸ ὑποδεέστερον δι’ αὑτῆς δοῦσα. ἐξίασι δὲ τὴν τῶν ἐναντίων οὐ δεξάμενοι πρόκλησιν νέμεσθαι [γὰρ] τὸν ἐν τῇ πόλει πλοῦτον ἢ μὴ νεμομένου ἐν
35τοῖς ὅπλοις εἶναι. λόχον δὴ διατάττουσιν ἐντεῦθεν.
Im
.

878

τουτὶ γάρ, μοι δοκεῖν, ἡ πρὸς ταῖς ὄχθαις αἰνίττεται λόχμη, οὗ δὴ καθωπλισμένους αὐτοὺς ὁρᾷς. ἀλλ’ οὐκ ἂν ἐγγένοιτ’ αὐτοῖς χρήσασθαι τῷ λόχῳ· ὁ γάρ τοι ἔπηλυς στρατὸς σκοπούς τινας καθίσας λείαν
5ἐλάσασθαι περινοεῖ, καὶ δὴ οἱ μὲν ἄγουσι νομεῖς τὰ θρέμματα ὑπὸ συρίγγων. ἢ οὐ προσβάλλει σε τὸ
λιτὸν καὶ αὐτοφυὲς τῆς μούσης καὶ ἀτεχνῶς ὄρειον; ὕστατα δὲ χρησάμενοι τῇ μουσικῇ δι’ ἄγνοιαν τοῦ ἐπ’ αὐτοῖς δόλου τεθνᾶσιν, ὡς ὁρᾷς, τῶν πολεμίων407
10ἐπελθόντων καὶ ἀπελαύνεταί τις λεία πρὸς αὐτῶν. φήμη δὴ τῶν πραχθέντων ἐς τοὺς λοχῶντας ἐλθοῦσα ἀνίστανται οὗτοι καὶ ἐφ’ ἵππων ἐς τὸν πόλεμον χω‐ ροῦσι καὶ τὰς ὄχθας ἔστιν ἰδεῖν πλήρεις τῶν μα‐ χομένων καὶ βαλλόντων ἐς αὐτούς. τοὺς δὲ ἐν αὐ‐
15τοῖς ἀναστρεφομένους καὶ τὴν πεφοινιγμένην λύθρῳ δαίμονα αὐτήν τε καὶ τὴν ἐσθῆτα τί ἐροῦμεν; Ἔρις καὶ Κυδοιμὸς ταῦτα καὶ Κήρ, ὑφ’ ᾗ τὰ πολέμου πάντα. ὁρᾷς γάρ τοι, ὡς οὐ μίαν ὁδὸν χωρεῖ, ἀλλ’ ὃν μὲν ἄτρωτον ἐς τὰ ξίφη προβάλλει, ὃς δ’ ὑφέλ‐
20κεται ὑπ’ αὐτῆς νεκρός, ὃν δὲ καὶ νεότρωτον ἐπι‐ σπέρχει. οἱ δ’ ἄνδρες φοβεροὶ τῆς ὁρμῆς καὶ τοῦ βλέμματος ὡς οὐδὲν διαλλάττειν ἐμοὶ ζώντων ἐν ταῖς ὁρμαῖς δοκοῦσιν. ἀλλ’ ἰδοὺ πάλιν εἰρήνης ἔργα· νειὸς γὰρ αὕτη διαφαίνεται τρίπολος, οἶμαί, τις, εἴ
25τι χρὴ τῷ τῶν ἀροτήρων ξυμβάλλεσθαι πλήθει— καὶ τά γε ζεύγη τῶν βοῶν θαμὰ ἀναστρέφει ἐν ταύτῃ κύλικός τινος ἐκδεχομένης τὸν ἀρότην ἐπὶ τῷ τῆς αὔλακος τέλει—μελαίνεσθαί τε (δοκεῖ) τὸν
Im
.

879

χρυσὸν περισχίζουσα. ἑξῆς ὁρᾷς τέμενος βασιλέως, οἶμαι, τινὸς τεκμήρασθαι, ὃς τὸ γεγηθὸς ἐλέγχεται τῆς ψυχῆς τῇ ἐν ὄψει φαιδρότητι. καὶ τήν γε αἰτίαν τῆς χαρᾶς οὐδὲ ζητεῖν χρή, τὸ γάρ τοι λήιον πολλῷ
5τῷ μέτρῳ τὴν σπορὰν ὑπερβαλεῖσθαι διελέγχουσι οἵ τε διὰ σπουδῆς ἀμῶντες καὶ οἱ ταῖς ἀμάλαις τὰ κειρόμενα τῶν δραγμάτων δέοντες, οἷς ἕτεροι προσ‐ άγουσι καὶ μάλα συντόνως. ἡ δὲ δρῦς οὐκ ἀκαίρως ἐνταῦθα, οὐδ’ ἔξω λόγου· σκιά τε γὰρ ἀμφιλαφὴς
10ὑπ’ αὐτῇ ψυχάσαι τοῖς ἐν τῷ ἔργῳ καμοῦσι, καὶ
βοῦς οὑτοσὶ πίων καθιερωθεὶς ὑπὸ τῶν κηρύκων, οὓς ὁρᾷς, ὑπὸ τῇ δρυὶ δαὶς προτίθεται τοῖς περὶ τὴν συλλογὴν τοῦ πυροῦ κάμνουσι. τὰ δὲ γύναια τί φῄς; ἆρ’ οὐκ ἐπτοῆσθαί σοι δοκεῖ καὶ διακελεύε‐408
15σθαι ἀλλήλοις συχνὰ μάττειν τῶν ἀλφίτων δεῖπνον εἶναι τοῖς ἐρίθοις; εἰ δὲ καὶ ὀπώρας δεήσῃ, πάρεστί σοι ἀλωὴ χρυσῆ μὲν τῶν ἀμπέλων, μέλαινα δὲ τοῦ καρποῦ. τὸ δὲ τῆς καπέτου κυανὸν ἐτεχνήθη, οἶμαι, τῷ δημιουργῷ πρὸς δήλωσιν τοῦ ἐν αὐτῇ βάθους·
20ἀρκεῖ γάρ σοι τὸ περὶ ταῖς ἡμερίσιν ἕρκος ἐν τῷ καττιτέρῳ νοεῖν. ὁ δ’ ἄργυρος ὁ ἐν τῷ ἀμπε‐ λῶνι, κάμακες ταῦτα, τοῦ μὴ χαμαὶ κλιθῆναι τὰ φυτὰ βρίσαντα τῷ καρπῷ. τί δ’ ἂν εἴποις περὶ τῶν τρυγώντων; οἳ διὰ τῆς στενῆς ταύτης ἐσό‐
25δου ἐσφρήσαντες ἑαυτοὺς ταλάροις ἐναποτίθενται τὸν καρπὸν μάλα ἡδεῖς καὶ πρόσφοροι τὴν ἡλικίαν τῷ ἔργῳ. παρθένοι τε γὰρ καὶ ἠίθεοι εὔιον καὶ βακχικὸν ἐν ῥυθμῷ βαίνουσιν ἐνδιδόντος αὐτοῖς τὸν ῥυθμὸν ἑτέρου, ὅν, οἶμαι, ξυνίης ἀπό τε τῆς
30κιθάρας καὶ τοῦ λεπτὸν προσᾴδειν δοκεῖν τοῖς φθόγ‐ γοις. εἰ δὲ καὶ τὴν ἀγέλην ἐννοήσειας τῶν βοῶν, αἳ δὴ πρὸς τὴν νομὴν ἵενται ἑπομένων αὐταῖς τῶν νομέων, τῆς μὲν χρόας οὐκ ἂν θαυμάσειας, εἰ καὶ χρυσοῦ καὶ καττιτέρου πᾶσα, τὸ δὲ καὶ μυκωμένων
35ὥσπερ ἀκούειν ἐν τῇ γραφῇ καὶ τὸν ποταμὸν κελά‐
Im
.

880

δοντα εἶναι δοκεῖν, παρ’ ὃν αἱ βόες, πῶς οὐκ ἐναργείας πρόσω; τοὺς δὲ λέοντας οὐδ’ ἂν ἀφερμη‐ νεῦσαί μοί τις ἐπαξίως δοκεῖ καὶ τὸν ὑπ’ αὐτοῖς ταῦρον, ὁ μὲν γὰρ μεμυκέναι δοκῶν καὶ σπαίρειν
5σπαράττεται ἤδη πως ἐμπεφυκότων τοῖς ἐντοσθι‐ δίοις τῶν λεόντων, οἱ δὲ κύνες, ἐννέα δ’, οἶμαι, οὗτοι ἕπονται τῇ ἀγέλῃ καὶ παρὰ τῶν ἰθυνόντων
αὐτοὺς νομέων ἐγγὺς μὲν ἵενται τῶν λεόντων ὑλακῇ πτοεῖν ἐθέλοντες αὐτούς, προσμιγνύναι δ’ οὐ τολ‐409
10μῶσιν ἐπισπερχόντων αὐτοὺς καὶ ταῦτα τῶν νομέων. ὁρᾷς δὲ καὶ διασκιρτῶντα τοῦ ὄρους θρέμματα καὶ τοὺς σταθμοὺς καὶ τὰς σκηνὰς καὶ τοὺς σηκούς· οἶκον ποιμνίων νόει ταῦτα. λοιπός, οἶμαι, χορός τις οὑτοσὶ προσόμοιος τῷ Δαιδάλου, φασὶ δ’ αὐτὸν
15Ἀριάδνῃ τῇ Μίνω πρὸς αὐτοῦ δοθῆναι. τίς δ’ ἡ τέχνη; παρθένοις ηἴθεοι τὰς χεῖρας ἐπιπλέξαντες χορεύουσι. σὺ δ’, ὡς ἔοικεν, οὐκ ἀρκεσθήσῃ τούτῳ, εἰ μή σοι καὶ τὰ τῆς ἐσθῆτος ἐξακριβώσομαι τῷ λόγῳ· οὐκοῦν αἱδὶ μὲν ὀθόναις ἤσθηνται στεφάνας
20ἐπὶ ταῖς κεφαλαῖς χρυσᾶς φέρουσαι, τοῖς δ’ εὐήτριοι μὲν καὶ λεπτοὶ περίκεινται χιτῶνες, μαχαίρας δὲ τῶν μηρῶν ἐξήρτηνται χρυσᾶς ἀργυρῶν τελαμώνων ξυνεχόντων αὐτάς. ἀλλ’ ἐν κύκλῳ μὲν ἰόντων, τοῦτ’ ἐκεῖνο, τροχοῦ περιδίνησιν ὁρᾷς, ὡσεὶ κεραμέως
25[ἔργον] τινός, εἴ πη δυσκυλίστως [μὴ] τοῦ περιθεῖν ἔχοι, πειρῶντος. στοιχηδὸν δὲ ἰόντων αὖθις πολύ τι χρῆμα ἐπιρρεῖ, ὅπως ἔχουσι τέρψεως, ἐπιδηλούντων· καὶ γάρ τινες ἐν μέσοις οὗτοι κυβιστῶντες καὶ ἄλλοτε ἄλλην ὄρχησιν ἐπιδεικνύμενοι ἄγειν μοι σαφῶς
Im
.

881

αὐτοὺς ἐς τὸ θαῦμα δοκοῦσιν. ἡ δὲ δὴ (ἐν) κύκλῳ τῆς ἄντυγος θαλάττης εἰκὼν οὐ θάλαττα, ὦ παῖ, Ὠκεανὸν δὲ νοεῖν χρὴ ὅρον εἶναι τεχνηθέντα τῆς ἐν τῷ σάκει γῆς. ἱκανῶς ἔχεις τῶν ἐκτυπωμάτων. ἄθρει
5δὴ καὶ τὰ περὶ τοὺς νεανίας, ξὺν ὁποτέρῳ αὐτῶν ἡ νίκη· ἰδοὺ γὰρ καὶ καθῄρηται ὁ Εὐρύπυλος κατὰ τῆς μασχάλης ὤσαντος αὐτῷ καιρίαν τοῦ Πύρρου καὶ κρουνηδὸν ἐκχεῖται τὸ αἷμα, κεῖταί τε ἀνοιμωκτὶ πολὺς κατὰ τῆς γῆς ἐκχυθείς, μόνον οὐ φθάσας
10τὴν πληγὴν τῷ πτώματι διὰ τὸ ἐς καιρὸν τοῦ τραύ‐
ματος. ἔτ’ ἐν τῷ τῆς πληγῆς ὁ Πύρρος σχήματι ῥεόμενος τὴν χεῖρα τῷ λύθρῳ πολλῷ κατὰ τοῦ ξίφους ἐνεχθέντι, οἱ Μυσοί τε οὐκ ἀνασχετὰ ἡγού‐ μενοι ταῦτα ἐπὶ τὸν νεανίαν χωροῦσιν. ὁ δ’ ἐς410
15αὐτοὺς βλοσυρὸν ὁρῶν μειδιᾷ καὶ ὑφίσταται τὸ στῖφος καὶ τάχα που κρύψει τὸν Εὐρυπύλου νεκρὸν σωρηδὸν ἐπ’ αὐτῷ τοὺς νεκροὺς νήσας. ΑΡΓΩ Η ΑΙΗΤΗΣ. ιαʹ. Ἡ διεκπαίουσα τοῦ ποταμοῦ ναῦς ὑπὸ
20πολλῷ τῷ ῥοθίῳ τῆς εἰρεσίας κόρη τέ τις αὕτη ἐπὶ τῆς πρύμνης ὁπλίτου πλησίον καὶ ὁ ἐμμελὲς προσ‐ ᾴδων τοῖς τῆς κιθάρας κρούμασι ξὺν ὀρθῇ τιάρᾳ ὅ τε ὑπὲρ τῆς ἱερᾶς ἐκείνης φηγοῦ δράκων πολλῷ σπειράματι κεχυμένος καὶ τὴν κεφαλὴν ἐς τὴν γῆν
25νεύων ὕπνῳ βρίθουσαν τὸν ποταμὸν μὲν Φᾶσιν γίγνωσκε, Μήδειαν δὲ ταύτην, ὁ δ’ ἐπὶ τῆς πρύμ‐ νης ὁπλίτης Ἰάσων ἂν εἴη, κιθάραν δὲ καὶ τιάραν ὁρῶντας καὶ τὸν δὴ ἀμφοῖν κοσμούμενον Ὀρφεὺς ὕπεισιν ἡμᾶς ὁ τῆς Καλλιόπης. μετὰ γὰρ τὸν ἐπὶ
30τοῖς ταύροις ἆθλον θέλξασα ἐς ὕπνον τὸν δράκοντα τοῦτον ἡ Μήδεια σεσύληται μὲν τὸ χρυσόμαλλον τοῦ κριοῦ νάκος, φυγῇ δὲ ἵενται λοιπὸν οἱ τῆς Ἀργοῦς πλωτῆρες, ἐπειδὴ ἀνάπυστα τοῖς Κόλχοις καὶ τῷ Αἰήτῃ τὰ τῆς κόρης. καὶ τὰ μὲν τῶν τῆς
Im
.

882

Ἀργοῦς ναυβατῶν τί ἄν σοι λέγοιμι; ὁρᾷς γὰρ βρα‐ χίονας μὲν ἐξῳδηκότας αὐτοῖς ὑπὸ τοῦ ἐς τὴν εἰρε‐ σίαν ξυντόνου, τὰ δὲ πρόσωπα οἷα γένοιτ’ ἂν ἑαυτοὺς σπερχόντων, τὸ δὲ τοῦ ποταμοῦ κλυδώ‐
5νιον ὑπερκαχλάζον τοῦ τῆς νεὼς ἐμβόλου καταφερο‐ μένης σὺν πολλῇ τῇ ῥύμῃ τάχους δεῖγμα. ἡ κόρη δὲ ἀμήχανόν τινα νοῦν δείκνυσιν ἐκ τοῦ προσώπου,
ὄμμα μὲν γὰρ αὐτῇ δεδακρυμένον ἐς γῆν ὁρᾷ, περί‐ φοβος δέ ἐστιν ὑπ’ ἐννοίας ὧν δέδρακε, καὶ λογι‐411
10σμοῦ τῶν μελλόντων πλήρης, αὐτή τε πρὸς ἑαυτὴν ἀνακυκλεῖν δοκεῖ μοι τὰς ἐννοίας διορῶσα τῇ ψυχῇ ἕκαστα καὶ πεπηγυῖα τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὰ τῆς ψυχῆς ἀπόρρητα. Ἰάσων δὲ αὐτῇ πλησίον ξὺν ὅπλοις ἕτοιμος ἐς ἄμυναν. ὁδὶ δὲ τὸ ἐνδόσιμον
15τοῖς ἐρέταις ᾄδει, ὕμνους, μοι δοκεῖν, ἀνακρουόμε‐ νος θεοῖς τοὺς μὲν χαριστηρίους, ἐφ’ οἷς κατωρ‐ θώκασι, τοὺς δὲ ἐς ἱκεσίαν τείνοντας, ἐφ’ οἷς δε‐ δοίκασιν. ὁρᾷς δὲ καὶ τὸν Αἰήτην ἐπὶ τετρώρου μέγαν τε καὶ [ὑπεραίροντα ἀνθρώπους] ὅπλα μὲν
20ἐνδεδυκότα ἀρήια γίγαντος, οἶμαί, τινος, τὸ γὰρ ὑπὲρ ἄνθρωπον τοῦθ’ ἡγεῖσθαι δίδωσι, θυμοῦ δὲ τὸ πρόσωπον πλήρη καὶ μόνον οὐ πῦρ ἐξιέντα τῶν ὀφθαλμῶν λαμπάδιόν τε τῇ δεξιᾷ αἰωροῦντα, ἐμ‐ πρήσειν γὰρ αὐτοῖς πλωτῆρσι τὴν Ἀργώ, τὸ δόρυ
25δὲ αὐτῷ ὑπὲρ τὴν ἄντυγα τοῦ δίφρου πρόχειρον ἵσταται. τί δὴ ποθεῖς τῶν γεγραμμένων (ἔτι); ἢ τὸ τῶν ἵππων; μυκτῆρες μὲν ἀναπεπταμένοι τούτοις καὶ ἀνεστηκὼς αὐχὴν βολαί τε ὀφθαλμῶν ἕτοιμοι ἄλλως τε καὶ ἐνεργοὶ νῦν οὖσαι, δίδωσι γὰρ τουτὶ
30θεωρεῖν ἡ γραφή, τὸ δὲ ἆσθμα ἐξαιματτομένων ἐς τὸν δρόμον τῇ μάστιγι ὑπὸ τοῦ Ἀψύρτου, παραβα‐ τεῖν γὰρ τοῦτόν φασι τῷ Αἰήτῃ, ὑπὸ παντὸς ἑλκό‐ μενον τοῦ στέρνου καὶ ἡ τῶν τροχῶν δίνη μόνον οὐ προσβαλοῦσα τῷ ἁρματείῳ σύρματι τὰς ἀκοὰς
35τὸ τάχος δίδωσι γιγνώσκειν. ἡ γὰρ διανισταμένη κόνις καὶ ἵδρωσις ἐπανθοῦσα τοῖς ἵπποις ἀμυδρὰν τῆς χρόας ποιεῖ τὴν διάσκεψιν. ΗΣΙΟΝΗ.
ιβʹ. Ταυτὶ μὲν οὐδ’ ἐπιτάττοντος, οἶμαί, τινος412
40ὁ γενναῖος Ἡρακλῆς μοχθεῖ, οὐδ’ ἔστιν εἰπεῖν, ὡς
Im
.

883

Εὐρυσθεὺς δι’ ὄχλου νῦν αὐτῷ, δεσπόζειν δὲ τὴν ἀρετὴν ἑαυτοῦ τάξας ἐθελουσίους ἄθλους ὑπομένει, ἢ τί μαθὼν φοβερὸν οὕτω κῆτος ὑφίσταται; ὁρᾷς γάρ, ὁπόσοι μὲν αὐτῷ οἱ ὀφθαλμοὶ κυκλοτερεῖς
5ταυρείαν τὴν ὄψιν ἀποτορνεύοντες καὶ δεινῶς [ἐς πολὺ] δεδορκότες ἐπισκύνιόν τε ὀφρύων ἀκανθῶδες καὶ ἄγριον ἐφ’ ἑαυτοὺς ἕλκοντες, ὅπως δὲ ὀξεῖα ἡ τοῦ στόματος ἐκβολὴ καρχάρους καὶ τριστοίχους ὀδόντας ἐκφαίνουσα, ὧν οἱ μὲν ἀγκιστρώδεις καὶ
10ἀνεστραμμένοι κατέχειν τὰ ληφθέντα, οἱ δὲ ὀξεῖς τὴν αἰχμὴν καὶ ἐς πολὺ ἀνεστῶτες, ὅση δὲ ἡ κεφαλὴ σκολιοῦ καὶ ὑγροῦ τοῦ αὐχένος ἐξιοῦσα. μέγεθος δὲ ἄπιστον μὲν εἰπεῖν ἐν μικρῷ, ἡ δὲ ὄψις νικᾷ τοὺς ἀπιστοῦντας. ἐκκυρτουμένου γὰρ οὐχ ἅπαξ, ἀλλὰ
15κατὰ πολλὰ μέρη τοῦ κήτους τὰ μὲν ὕφαλα διαφαί‐ νεται τὸ ἀκριβὲς τῆς ὄψεως κλέπτοντα τῷ βάθει, τὰ δὲ ἀνίσχει νησῖδες ἂν τοῖς ἀπειροθαλάττοις δόξαντα. ἀτρεμοῦντι προσετύχομεν τῷ κήτει, κινούμενον δὲ νυνὶ σφοδροτάτῃ ῥύμῃ πολὺν ἐγείρει ῥοθίου κτύπον
20ἐν γαλήνῃ καὶ ταῦτα, καὶ κλύδων οὗτος ὑπὸ τῆς ἐμβολῆς αὐτοῦ διανιστάμενος ὁ μὲν περὶ τοῖς ἐκφαι‐ νομένοις μέρεσι κυμαίνει περικλύζων αὐτὰ καὶ δια‐ λευκαίνων κάτωθεν, ὁ δὲ τῆς ᾐόνος μέρος βέβλη‐ κεν ἥ τε τῶν οὐραίων ἀνάκλασις ἐπὶ πολὺ τὴν
25θάλατταν ἐς ὕψος ἀναρριπτούντων ἱστία νεὼς ἂν ἀπεικασθείη ποικίλως προσαυγάζοντα. ἀλλ’ οὐκ ἐκπλήττεται ταῦτα ὁ θεσπέσιος οὗτος, ἀλλ’ ἡ μὲν λεοντῆ καὶ τὸ ῥόπαλον ἐν ποσὶν αὐτῷ ἕτοιμα πρὸς τὴν χρείαν, εἰ τούτων δεήσειεν, ἕστηκε δὲ γυμνὸς
30ἐν προβολῇ, τὸν μὲν ἀριστερὸν προτείνας πόδα
ὄχημα εἶναι τῷ παντὶ σώματι μεθισταμένῳ πρὸς τὸ τῆς κινήσεως ὀξύρροπον, καὶ τῆς πλευρᾶς δὲ τῆς ἀριστερᾶς ἅμα τῇ χειρὶ προεκκειμένης πρὸς τὴν ἐπίτασιν τοῦ τόξου τὰ δεξιὰ ὑπέσταλται τῆς δεξιᾶς413
35χειρὸς πρὸς τὸν μαστὸν τὴν νευρὰν ἑλκούσης. τὴν δ’ αἰτίαν, ὦ παῖ, μὴ ζητῶμεν τούτων, ἡ γὰρ τῶν πετρῶν ἀνημμένη κόρη πρόκειται τῷ κήτει βορά,
Im
.

884

Ἡσιόνην δ’ αὐτὴν Λαομέδοντος παῖδα νομίζωμεν. ποῖ δὲ οὗτος; ἔσω, μοι δοκεῖν, τοῦ τῆς πόλεως τείχους ἐν περιωπῇ τῶν πραττομένων. ὁρᾷς γὰρ πόλεως κύκλον καὶ τὰς ἐπάλξεις ἀνθρώπων μεστὰς
5καὶ ὡς ἀνατετάκασιν ἐς οὐρανὸν εὐχόμενοι τὰς χεῖρας τάχα που δεδοικότες ὑπ’ ἐκπλήξεως περιττῆς, μὴ καὶ προσβάλλοι τῷ τείχει τὸ κῆτος, ἐπειδὴ ὡς χερ‐ σεῦσον ὥρμηκε. τὸ δὲ τῆς κόρης κάλλος ὁ καιρὸς ἐφερμηνεύειν ἐπ’ ἀκριβὲς οὐκ ἐᾷ, τὸ γὰρ περὶ τῇ
10ψυχῇ δέος καὶ ὁ ἐπὶ τοῖς ὁρωμένοις ἀγὼν ἀπομα‐ ραίνει μὲν τὸ τῆς ὥρας ἄνθος, δίδωσι δ’ ὅμως τοῖς ὁρῶσιν ἐκ τῶν παρόντων τὸ ἐντελὲς στοχάσασθαι. ΣΟΦΟΚΛΗΣ. ιγʹ. Τί δὴ μέλλεις, ὦ θεῖε Σοφόκλεις, τὰ τῆς
15Μελπομένης δέχεσθαι δῶρα; τί δ’ ἐς γῆν ὁρᾷς; ὡς ἔγωγ’ οὐκ οἶδα, εἴτε ἀθροίζων ἐννοίας ἤδη, εἴθ’ ὑπὸ τῆς πρὸς τὴν θεὸν ἐκπλήξεως. ἀλλὰ θάρσει, ὦ ’γαθέ, καὶ δέχου τὰ διδόμενα. ἀπόβλητα γὰρ οὐκ εἶναι τὰ θεῶν δῶρα οἶσθά που ἐξ ἑνὸς τῶν Καλ‐
20λιόπης θιασωτῶν ἀκούσας. ὁρᾷς γὰρ καὶ τὰς μελίτ‐ τας, ὡς ὑπερπέτονταί σου καὶ βομβοῦσιν ἡδύ τι καὶ θεῖον ἐπιλείβουσαι σταγόνας ἀπορρήτους τῆς οἰκείας δρόσου· τουτὶ γὰρ καὶ τῆς σῆς ποιήσεως διαφύσεται
παντὸς μᾶλλον. ἦ πού τις καὶ ἀναφθέγξεται μικρὸν414
25ὕστερον ἐπὶ σοὶ Μουσῶν εὐκόλων ἀνθρήνιον λέγων καὶ δεδοικέναι τῳ παρεγγυήσει, μή πη λάθῃ τις ἐκπτᾶσα τοῦ σοῦ στόματος μέλιττα καὶ τὸ κέν‐ τρον ἀφυλάκτως ἐγχρίσασα. ὁρᾷς δέ που καὶ τὴν θεὸν αὐτὴν τὸ μὲν ὑψήγορον καὶ ἐπηρμένον τῆς
30γνώμης ἀπόθετον ἔχουσαν ἐς σὲ νῦν καὶ μειδιάματι εὐμενεῖ τὸ δῶρον μετροῦσαν. Ἀσκηλπιὸς δέ, οἶμαι, οὗτος ἐγγὺς παιᾶνα που παρεγγυῶν γράφειν καὶ κλυτομήτης οὐκ ἀπαξιῶν παρὰ σοῦ ἀκοῦσαι
Im
.

885

βλέμμα τε αὐτοῦ πρὸς σὲ φαιδρότητι μεμιγμένον τὰς [παρὰ] μικρὸν ὕστερον ἐπιξενώσεις αἰνίττεται. ΥΑΚΙΝΘΟΣ. ιδʹ. Πυθώμεθα τοῦ μειρακίου, ὦ παιδίον, τίς
5τε αὐτὸς εἴη καὶ τίς ἡ αἰτία τῆς Ἀπόλλωνος αὐτῷ παρουσίας, θαρσήσει γὰρ ἡμᾶς γοῦν προσβλέψαι. οὐκοῦν ὁ μὲν Ὑάκινθος εἶναί φησιν ὁ Οἰβάλου, μαθόντας δὲ τοῦτο χρὴ λοιπὸν καὶ τὴν αἰτίαν τῆς τοῦ θεοῦ παρουσίας γιγνώσκειν· ἐρῶν ὁ τῆς Λη‐
10τοῦς τοῦ μειρακίου πάντα δώσειν αὐτῷ φησιν, ὅσα ἔχει, τὸ ξυνεῖναί οἱ προσεμένῳ, τοξείαν τε γὰρ καὶ μουσικὴν διδάξειν καὶ μαντικῆς ἐπαίειν καὶ λύρας μὴ ἀπῳδὸν εἶναι καὶ τοῖς ἀμφὶ παλαίστραν ἐπιστή‐ σειν, δώσειν δὲ ὑπὲρ κύκνων αὐτὸν ὀχούμενον περι‐
15πολεῖν χωρία, ὅσα Ἀπόλλωνος φίλα. ταυτὶ μὲν ὁ θεός, γέγραπται δὲ ἀκειρεκόμης μέν, τὸ εἰωθός, φαιδρὰν δὲ ὀφρὺν ὑπὲρ ὀφθαλμῶν ἐγείρων, ὧν ἀκτῖνες οἷον ἐκλάμπουσι, καὶ μειδιάματι ἡδεῖ τὸν Ὑάκινθον θαρσύνων προτείνων τε τὴν δεξιὰν ἐπὶ
20τῇ αὐτῇ αἰτίᾳ. τὸ μειράκιον δὲ ἐς γῆν μὲν ἀτενὲς
ὁρᾷ, πολλὴ δὲ ἡ τῶν ὀφθαλμῶν ἔννοια, γάνυταί τε γὰρ ἐφ’ οἷς ἀκούει, καὶ τὸ θάρσος ἔτι μέλλον αἰδοῖ μίγνυσιν. ἕστηκε δὲ τὰ μὲν ἀριστερὰ τοῦ σώ‐ ματος ἁλιπορφύρῳ χλανίδι καλύπτων, ἃ δὴ καὶ415
25ὑπέσταλται, ἀκοντίῳ δὲ τὴν δεξιὰν ἐπερείδει ἐκκει‐ μένῳ τῷ γλουτῷ καὶ τῇ πλευρᾷ διορωμένῃ, βραχίων τε οὑτοσὶ γυμνὸς δίδωσιν ἡμῖν καὶ τὰ μὴ ὁρώμενα ἐλέγχειν. σφυρὸν μὲν αὐτῷ κοῦφον ἐπ’ εὐθείᾳ τῇ κνήμῃ καὶ ἐπιγουνὶς αὕτη ἐλαφρὰ ὑπὲρ κνήμης
30μηροί τε ἀπέριττοι καὶ ἰσχίον ἀνέχον τὸ λοιπὸν σῶμα πλευρά τε εὔπνουν ἀποτορνεύουσα τὸ στέρνον καὶ βραχίων ξὺν ἁπαλότητι σφριγῶν καὶ αὐχὴν
Im
.

886

ἀνεστηκὼς τὸ μέτριον ἡ κόμη τε οὐκ ἄγροικος, οὐδὲ ἐν αὐχμῷ ἀνεστηκυῖα, ἀλλ’ ἐπικρεμαμένη τῷ με‐ τώπῳ, ξυναπονεύουσα δὲ ταῖς τοῦ ἰούλου ἀρχαῖς. ὁ δ’ ἐν ποσὶ δίσκος ἔχων καὶ σκοτεινόν τι περὶ
5ἑαυτὸν Ἔρως τε καθορῶν φαιδρὸς ἅμα καὶ κατηφής, καὶ Ζέφυρος ἐκ περιωπῆς ἄγριον ὑποφαίνων τὸ ὄμμα αἰνίττεται ὁ ζωγράφος τὴν ἀπώλειαν τοῦ μει‐ ρακίου, δισκεύοντι δὲ τῷ Ἀπόλλωνι πλάγιος ἐμ‐ πνεύσας ἐμβαλεῖ τῷ Ὑακίνθῳ τὸν δίσκον.
10ΜΕΛΕΑΓΡΟΣ. ιεʹ. Θαυμάζεις ὁρῶν ἐς τοσοῦτον ἀγῶνα κόρην ὁρμῶσαν ἀγρίου τε οὕτω συὸς καὶ τοσούτου ὁρμὴν ὑφισταμένην; ὁρᾷς γάρ, ὡς ὕφαιμον μὲν αὐτῷ τὸ ὄμμα λοφιά τε φρίττουσα καὶ πολὺς ὁ κατὰ τῶν
15ὀδόντων ἀφρὸς ἐς πολὺ ἀνεστηκότων καὶ τὴν αἰχ‐ μὴν ἀτρίπτων τό τε εὖρος, ὡς πρὸς λόγου τῇ βάσει, ἣν δὴ καὶ τὰ ἴχνη ταυτὶ δείκνυσι ταύρων ἀποδέοντα οὐδέν· οὐδὲ γὰρ τούτων παρέλιπέ τι ὁ ζωγράφος
ἐντυπώσας αὐτὰ τῇ γραφῇ. τὰ δὲ δρώμενα καὶ416
20δεινὰ ἤδη· ἐμπεπτωκὼς γὰρ ὁ σῦς Ἀγκαίῳ τούτῳ κατὰ τὸν μηρὸν κεῖται ὁ νεανίας ἀθρόον ἐκρέων τὸ
Im
.

887

αἷμα καὶ ἐς πολὺ ἀνερρωγὼς τοῦ μηροῦ, ὅθεν ἐν χερσὶν ἤδη τοῦ ἄθλου ὄντος ἡ μὲν Ἀταλάντη, ταύ‐ την γὰρ εἶναι τὴν κόρην νοεῖν χρή, πρόχειρον ἐπι‐ θεῖσα τῇ νευρᾷ τὸ βέλος ἀφήσειν μέλλει. ἔσταλται
5δὲ ἐσθῆτι μὲν ὑπὲρ γόνυ, κρηπῖδα δὲ τοῖν ποδοῖν ἐνῆπται καὶ αἱ χεῖρες ἐς ὦμον γυμναὶ διὰ τὸ ἐνερ‐ γοὺς εἶναι τῆς ἐσθῆτος ἐκεῖ ἐς περόνας ξυνεχομέ‐ νης, τὸ δὲ κάλλος ἀρρενωπὸν ἐκ φύσεως ὂν ἀνί‐ στησιν ὁ καιρὸς ἐπὶ μᾶλλον οὐκ ἐφίμερον βλεπούσης,
10ἀλλὰ τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὴν τῶν δρωμέ‐ νων ἔννοιαν τεινούσης. οἱ νεανίαι δὲ οὗτοι Μελέα‐ γρος καὶ Πηλεύς, τούτους γὰρ δὴ τοὺς καθελόντας τὸν σῦν φησὶν (εἶναι) ἡ γραφή, ὁ μὲν ἐπερείσας ἐν προβολῇ τῷ λαιῷ ποδὶ ἑαυτὸν ὁ Μελέαγρος καὶ τὴν
15βάσιν τηρήσας ἀσφαλῶς ἐκδέχεται τὴν ὁρμὴν τοῦ συὸς λόγχην ὑποστήσας. φέρε δὴ καὶ τὰ περὶ αὐτὸν εἴπωμεν· στιφρὸς μὲν ὁ νεανίας καὶ πάντῃ σφριγῶν, κνῆμαι δ’ αὐτῷ εὐπαγεῖς καὶ ὀρθαὶ φέρειν τε ἔν [τε] τοῖς δρόμοις ἱκαναὶ καὶ ὑφισταμένῳ τὸν ἐκ
20χειρὸς ἀγῶνα φύλακες ἀγαθαὶ μηρός τε ξὺν ἐπι‐ γουνίδι ὁμολογῶν τοῖς κάτω καὶ ἰσχίον οἷον διδόναι θαρσεῖν ὡς οὐκ ἀνατραπησομένου ὑπὸ τῆς τοῦ συὸς ἐμβολῆς τοῦ νεανίου πλευρά τε βαθεῖα καὶ γαστὴρ ἀπέριττος καὶ στέρνα τὸ μέτριον προεκκείμενα καὶ
25βραχίων διηρθρωμένος καὶ ὦμοι πρὸς αὐχένα ἐρρω‐ μένον ξυνάπτοντες καὶ βάσιν αὐτῷ διδόντες κόμη τε ἡλιῶσα καὶ ἀνεστηκυῖα νῦν ὑπὸ τοῦ τῆς ὁρμῆς ἐνεργοῦ καὶ χαροπὸν ἱκανῶς δεδορκὸς τὸ ὄμμα ἥ τε ὀφρὺς οὐκ ἀνειμένη, ἀλλ’ ἐν τῷ θυμῷ πᾶσα καὶ
30ἡ τοῦ προσώπου κατάστασις οὐδὲ ξυγχωροῦσα περὶ κάλλους τι λέγειν διὰ τὸ ἐπιτετάσθαι, ἐσθὴς δὲ λευκὴ ὑπὲρ γόνυ καὶ κρηπὶς ὑπὲρ σφυρὸν ἔρεισμα417
Im
.

888

ἀσφαλὲς τῇ βάσει, χλαμύδα τε κοκκοβαφῆ ὑπὲρ αὐχένος κολπώσας τὸ θηρίον ὑφίσταται. ταυτὶ μέν σοι τὰ τοῦ Οἰνέως, Πηλεὺς δὲ οὗτος προβέβληται φοινικοῦν φᾶρος, μάχαιρα δὲ αὐτῷ ἡ παρ’ Ἡφαί‐
5στου ἐν χερσὶν ἐκδεξομένῳ τὴν τοῦ συὸς ὁρμήν, τὸ δὲ ὄμμα ἄτρεπτος καὶ ὀξὺ ὁρῶν καὶ οἷος μηδὲ ὑπερόριον ἆθλον τὸν ἐς Κόλχους σὺν Ἰάσονι δεῖσαι. ΝΕΣΣΟΣ.
10 ιϛʹ. Μὴ δέδιθι, ὦ παῖ, τὸν Εὔηνον ποταμὸν πολλῷ κυμαίνοντα καὶ ὑπὲρ τὰς ὄχθας αἰρόμενον, γέγραπται γάρ, ἀλλὰ μᾶλλον τὰ ἐν αὐτῷ διασκεψώ‐ μεθα, ὅπη τε καὶ ὅπως ἔχει τὰ τῆς τέχνης· ἦ γὰρ οὐκ ἐπιστρέφει σε πρὸς ἑαυτὸν ὁ θεῖος Ἡρακλῆς
15οὕτως ἐμβεβηκὼς μέσῳ τῷ ποταμῷ καὶ πῦρ ἐκλάμ‐ πων ἀπὸ τῶν ὀφθαλμῶν τὸν σκοπὸν μετρούντων τόξον τε ἔχων ἐν τῇ λαιᾷ προβεβλημένῃ, ἔτι καὶ τὴν δεξιὰν ἐν τῷ τῆς ἀφέσεως τοῦ βέλους ἔχων σχήματι; ἐς μαζὸν γὰρ αὕτη. τί δ’ ἂν εἴποις περὶ
20τῆς νευρᾶς; ἆρ’ [οὖν] οὐκ αἰσθάνεσθαι δοκεῖς ἐπη‐ χούσης τῇ τοῦ οἰστοῦ ἀφέσει; ποῦ δὲ οὗτος; ὁρᾷς τὸν ὕστατον ἀνασκιρτῶντα κένταυρον; Νέσσος δέ, οἶμαι, οὗτος διαφυγὼν ἐκ τῆς Φολόης τὴν Ἡρακλείαν μόνος χεῖρα, ὅτ’ ἐπιχειροῦντες ἀδίκως αὐτῷ διέφυ‐
25γεν οὐδεὶς πλὴν οὗτος. οἴχεται δὲ καὶ οὗτος ἄδικος ἐς αὐτὸν φανείς· πορθμεύοντος γὰρ τοὺς δεομένους τούτου ἐπιστὰς ὁ Ἡρακλῆς ξὺν τῇ γυναικὶ Δηιανείρᾳ καὶ τῷ παιδὶ Ὕλλῳ, ἐπειδὴ ἄπορος ὁ ποταμὸς
ἐφαίνετο, τὴν γυναῖκα πορθμεῦσαι παρεγγυᾷ, αὐτὸς418
30δὲ ἐπὶ τοῦ δίφρου ξὺν τῷ παιδὶ ἐχώρει διὰ τοῦ ποταμοῦ, κἀνταῦθα ὁ μὲν κακῶς ἰδὼν τὴν γυναῖκα ἀτόποις ἐπετόλμα τῆς ὄχθης ἐπιβάς, ὁ δὲ βοῆς ἀκούσας ὁ Ἡρακλῆς τοξεύει κατὰ τοῦ Νέσσου. γε‐ γράφαται δὲ ἡ μὲν Δηιάνειρα ἐν τῷ τοῦ κινδύνου
35σχήματι καὶ περιδεὴς ἐς τὸν Ἡρακλέα τὰς χεῖρας τείνουσα, ὁ δὲ Νέσσος ἄρτι τὸν οἰστὸν δεξάμενος καὶ περὶ ἑαυτῷ σφαδάζων οὔπω, δοκεῖν, τὸ ἑαυτοῦ
Im
.

889

λύθρον ἀπόθετον ἐς Ἡρακλέα τῇ Δηιανείρᾳ δεδωκώς. τὸ δὲ παιδίον ὁ Ὕλλος ἐφέστηκε μὲν τῷ πρώτῳ δίφρῳ κατὰ τῆς ἄντυγος δεθέντων, ὥστε ἀτρεμεῖν, τῶν ἵππων, κροτεῖ δὲ ὑφ’ ἡδονῆς τὰς χεῖρας γέλωτι
5δοὺς ἃ μήπω ἔρρωται. ΦΙΛΟΚΤΗΤΗΣ. ιζʹ. Ὁ μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι καὶ τοὺς ἐκ Μελιβοίας ἐπὶ Τροίαν ἀνάγων τιμωροὺς Μενελάῳ κατὰ τοῦ Φρυγὸς Φιλοκτήτης ὁ τοῦ Ποίαντος γεν‐
10ναῖός που κἀναφέρων ἐς τὴν ὑφ’ Ἡρακλεῖ τροφήν, θεράπων (γὰρ) δὴ γενέσθαι τῷ Ἡρακλεῖ ὁ Φιλοκτή‐ της ἐκ νηπίου, ὅτε καὶ φορεὺς εἶναί οἱ τῶν τόξων, ἃ δὴ καὶ ὕστερον μισθὸν λαβεῖν παρ’ αὐτοῦ τῆς ἐς τὴν πυρὰν ὑπουργίας—ὁ δὲ νῦν ἐνταῦθα ξυμ‐
15πεπτωκότι διὰ τὴν νόσον τῷ προσώπῳ ξυννεφῆ ὀφρὺν ἐπὶ τὼ ὀφθαλμὼ ἐφέλκων κάτω που καὶ ἐν βάθει ὄντας καὶ ἀμενηνὸν ὁρῶντας, κόμην τε καὶ αὐχμοῦ πλήρη δεικνὺς καὶ τὴν γενειάδα ὑπανεστη‐ κὼς καὶ φρίττων καὶ ῥάκια αὐτός τε ἀμπισχόμενος
20καὶ τὸν ταρσὸν καλύπτων τοιόνδε, ὦ παῖ, δίδωσι λόγον· ἀναπλέοντες ἐς Τροίαν οἱ Ἀχαιοὶ καὶ προ‐
σχόντες ταῖς νήσοις ἐμαστεύοντο τὸν τῆς Χρύσης βωμόν, ὃν Ἰάσων ποτὲ ἱδρύσατο, ὅτε ἐς Κόλχους ἔπλει, Φιλοκτήτης τε ἐκ τῆς (τῶν) ξὺν Ἡρακλεῖ419
25μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, ὁ δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται, διαβόρῳ φησὶ Σοφοκλῆς
καταστάζων ἰῷ τὸν πόδα.....420